My Wanderings to Hellenism [GR]

Περὶ τῆς ἐμῆς πλάνης πρὸς τὸ ἑλληνίζειν

Ὅτι μὲν ὑμεῖς, ὦ φίλοι, πεπόνθατε ὑπὸ τῶν ὑμετέρων διδασκάλων ἑλληνίζειν, ἔγωγε οὐκ οἶδα· δίκαιος γάρ εἰμι ἐνταῦθα μόνον περὶ ἐμαυτοῦ λέγειν· τίνα μὲν οὖν παθὼν αὐτὸς μεμάθηκα ἑλληνίζειν· εἰς τίνων δὲ καὶ ποίων διδασκάλων πονῶν πεφοίτηκα. 

πρῶτον μὲν οὖν βουλόμενος οἷός τε γενέσθαι ἀναγιγνώσκειν τὰ πάλαι μνημεῖα τῶν γραμμάτων ἦλθον πρὸς τὸ διδασκαλεῖον παρά τινα τῶν δοκούντων ἑλληνιστὶ ἐπίστασθαι –ὀνόματι οὐδὲν δέομαι λέγειν, ἦν δέ τις τῶν φιλολόγων πρὸς ὃν ἐγὼ σκοπῶν τοιοῦτόν τι ἔπαθον– ἔδοξέ μοι οὗτος ὁ ἀνὴρ δοκεῖν εἶναι σοφώτερος ἄλλων ὡς δυνάμενος ἀεὶ ἀναφέρειν εἰς τοὺς νόμους τῆς γραμματικῆς, εἰς τὰ βιβλία τοῦ Smyth καὶ Kühner-Stegmann, ἐμπειρίᾳ δὲ οὐ πολλὰ αὐτὸς ἀνεγνωκέναι. 

Μετὰ ταῦτ' οὖν ἤδη ἐφεξῆς ᾖα παρὰ ἄλλους διδασκάλους λυπούμενος καὶ δεδιὼς μὴ ταὐτὸν εἰς αὖθις γένοιτο, ἀλλὰ βουλομένῳ ἑλληνιστὶ ἀναγιγνώσκειν ἰτέον ἦν μοι ἐπὶ ἅπαντας τοὺς δοκοῦντας ἑλληνίζειν ἐπίστασθαι. καὶ νὴ τὸν κύνα, ὦ ἄνθρωποι Αὐτριακoί–  δεῖ γὰρ πρὸς ὑμᾶς τἀληθῆ λέγειν – ἦ μὴν ἐγὼ ἔπαθόν τι τοιοῦτον· τῶν φιλολόγων οἱ πλεῖστοι ἐδόκουν ἄλλοις τε πολλοῖς ἀνθρώποις καὶ μάλιστα ἑαυτοῖς ἑλληνιστὶ ἐπίστασθαι ὑπολαμβάνοντες ὡς μὲν ἐπιστήμη εἴη μόνον ἡ γνωρίζουσα τὰς πρώτας αἰτίας, τῶν δὲ αἰσθήσεων ἢ τῆς ἐμπειρίας οὐδεμία ἡ σοφία· διὸ συνεχῶς μὲν μνήμην ἐποιοῦντο πολλῶν καὶ τεχνικῶν ὀνομάτων λόγον διδόντες περὶ ὧν τύχοιεν ἀναγιγνώσκοντες, οἷον· τὸ μὲν accusativus relationis, τὸ δὲ genitivus absolutus, τὸ δὲ accusativus temporis, τὸ δὲ optativus obliquus, κτλ. κτλ. ἀναγιγνώσκειν δὲ οὐ πολλὰ ἐδύναντο μὴ λεξικὰ ἔχοντες καὶ εὶς τὴν ἑαυτῶν φωνὴν μεταφράζοντες. 

Μετὰ γὰρ τοὺς φιλολόγους ἐπορευόμην εἰς τὴν Ἑλλάδα γῆν... αἰσχύνομαι οὖν ὑμῖν εἰπεῖν, ὦ φίλοι, τἀληθῆ· ὅμως δὲ ῥητέον· οὗτοι μὲν γὰρ πολλὰ καὶ καλὰ γιγνώσκουσιν αἰσθήσει τε καὶ ἐμπειρίᾳ, δῆλα δὴ ὅτι μύρια σέσωσται αὐτοῖς πανταχοῦ παραδεδομένα, καὶ γὰρ ἡ νῦν γλῶττα πάνυ ὁμοία ἐστὶ τῇ τῶν πάλαι κατὰ τὰς λέξεις γε, ἀλλὰ τοιοῦτόν τί μοι ἐφάνησαν πάθος οἱ ἔλληνες πεπονθότες, χρώμενοι οὖν τῇ νῦν ἑλληνίδι φωνῇ οἴονται τἆλλα περὶ τῆς πάλαι διαλέκτου τῶν ἑλλήνων σοφώτατοι εἶναι. 

Τελευτῶν οὖν ἐνετύγχανον ἀνθρώποις τισὶ ἐν τῷ δικτύῳ καὶ βουλομένοις μαθεῖν ἑλληνιστὶ ἀναγιγνώσκειν τε καὶ λέγειν, τούτους δὲ ηὗρον μάλα ἐνθουσιάζοντας περὶ τὴν παλαιὰν  γλῶτταν καὶ ὡς ἡμμένους ὑπὸ τοῦ πυρὶ τοῦ ἑλληνισμοῦ, ἀλλὰ καθ’ ὅσον ἐπειρῶντο ἅπαντα τῶν νῦν πραγμάτων εἰς τὴν ἑλληνίδα φωνὴν μεταφράσαι, ἐδόκει ἔμοιγε αὕτη ἡ πλημμέλεια αὐτῶν τὸν ἀληθῆ σκοπὸν ἀποκρύπτειν, μεγάλῃ γὰρ σπουδῇ διέτριβον ζητοῦντες τοιαῦτα· πῶς μὲν λέγοιτο Star Trek, πῶς δὲ high five, πῶς δὲ software engineering, πῶς μὲν μεταφράσαιτο The Lord of the Rings εὶς τὴν ἑλληνίδα, πῶς δὲ τὸ ᾆσμά τι Kraftwerk.  

Τοσαῦτα οὖν καὶ τοιαῦτα παθὼν πολὺν χρόνον ἠπόρουν... ἀλλὰ  πρὸς ἐμαυτὸν ἀπιὼν ἐλογισάμην ὅτι μᾶλλον λυσιτελήσειε ἄν μοι πιθέσθαι τῷ Ἐράσμῳ τοῦ Ῥόττερδαμ καὶ εὐθὺς δὴ εἰς τὰς πηγάς τραπέσθαι...

Previous
Previous

LUCUBRATIONES GELLIANAE, SIVE QUEM IN MODUM GELLIUS USUS SIT VOCABULO QUOD EST HUMANITAS ET QUANTUM INTERSIT INTER EIUS USUM ET EIUS DEFINITIONEM

Next
Next

5. Conclusio Conspectusque operum adhibitorum